Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ζ., Section 17
Aelius Herodianus, Περὶ ὀρθογραφίας 17.1-7
Not analysed yet
ζῴδιον ϲὺν τῷ ι, ἐπειδὴ εὕρηται καὶ κατὰ διάϲταϲιν. Ἄρατοϲ «ζωΐδιον δέ ἑ κύκλον ἐπίκληϲιν καλέουϲιν »(Phaen. 343). ἢ ἐπειδή ἐϲτι ζῷον ζῴου, ὅπερ ἔχει προϲγεγραμμένον τὸ ἰῶτα· καὶ ἐπειδὴ ἡ τελευταία ϲυλλαβὴ τῆϲ γενικῆϲ τῶν πρωτοτύπων ἀπὸ φωνήεντοϲ ἄρχεται, γίνεται ζωΐδιον τοῦ ι ἀπὸ τοῦ πρωτοτύπου ὄντοϲ.