Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ζ., Section 18
Aelius Herodianus, Περὶ ὀρθογραφίας 18.1-7
Not analysed yet
ζῷον γράφεται μετὰ τοῦ ι, ἐπειδὴ εὕρηται καὶ κατὰ διάϲταϲιν παρὰ Ϲιμωνίδῃ οἷον «τόδ᾿ ἡμῖν ἑρπετὸν παρέπτατο ζώϊον κάκιϲτον» καὶ διὰ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ωον τὰ γὰρ διὰ τοῦ ωον οὐδέτερα μονογενῆ θέλει ἔχειν τὸ ι οἷον Πτῷον ὄνομα ὄρουϲ προϲτῷον, περίϲτῳον, ὑπερῷον. οὕτω καὶ ζῷον ϲὺν τῷ ι.