Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Η., Section 18
Aelius Herodianus, Περὶ ὀρθογραφίας 18.1-8
Not analysed yet
ἠπίαλοϲ καὶ ἠπιάληϲ καὶ ἠπιόληϲ· ϲημαίνει τὸν ῥιγοπύρετον καὶ δαίμονα τοῖϲ κοιμωμένοιϲ ἐρχόμενο. Ὅμηροϲ καὶ οἱ πλείουϲ ἠπιόληϲ λέγουϲι διὰ τοῦ η, πλὴν διαφόρωϲ ἐχρήϲαντο τῇ λέξει. ὁ δὲ Ἀλκαῖοϲ ἐπίαλον αὐτὸν ἔφη. Ἀπολλώνιοϲ δέ φηϲι τὸν ἐπιάλτην ἠπιάλην καλεῖϲθαι καὶ τροπῇ τοῦ α εἰϲ α ἠπιόλην.