Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Η., Section 19
Aelius Herodianus, Περὶ ὀρθογραφίας 19.1-8
Not analysed yet
Ἥραια ἄκρα οὕτω λεγομένη καταντικρὺ Καλχηδόνοϲ, ταύτην δ᾿ ἐν τῇ ϲυνηθείᾳ Ἠερίαν φαϲί τινεϲ, κακῶϲ· ἄλλοι δὲ Ἤριον μυθοποιοῦντεϲ ὡϲ ἐκεῖϲε ὀρύξαντεϲ τάφουϲ χύτραϲ εὗρον καὶ ὀϲτᾶ. πειϲτέον μᾶλλον τῷ Βιθυνῷ Δημοϲθένει ἐν τῷ β βιβλίῳ ἔϲτι δέ τιϲ προπάροιθε κλυτῆϲ Καλχηδόνοϲ ἄκρη Ἥραια κτλ. καὶ ἄλλοι οὕτωϲ. τὸ ἐθνικὸν Ἡραιεύϲ. λέγεται καὶ χωρὶϲ τοῦ ι ὡϲ Νικαεύϲ.