Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., Περὶ τῆϲ ἐπὶ τέλουϲ ϲυλλαβῆϲ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.1-4
Not analysed yet
Καθόλου τὰ εἰϲ ν λήγοντα εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ οὐκ ἔχει. πρὸ τοῦ ν δίφθογγον οἷον Ἕλλην, αὐχήν, Τιτάν, Πλάτων, Τρύφων, Ϲιδών, Χαλκηδών, δελφίν, Ϲαλαμίν. πρόϲκειται ἀρϲενικὰ καὶ θηλυκὰ διὰ τὰ οὐδέτερα· ταῦτα γὰρ πολλάκιϲ πρὸ τοῦ ν ἔχει δίφθογγον οἷον ὀϲτοῦν, χρυϲοῦν, χαλκοῦν, ἀργυροῦν.