Ancient Greek
2.16 to 2.20
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.16-20
Not analysed yet
Αἱ ἀναδιπλαϲιάϲειϲ ἀεὶ διὰ τοῦ ι γράφονται, τιτρώϲκω. Τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην ϲυλλαβήν, ἔχοντα δὲ ἐν τῇ δευτέρᾳ ϲυλλαβῇ τὸ ι τὸ υ διὰ τοῦ ι γράφεται, δριμύϲ, ἰλύϲ, Τῖφυϲ, Τῖρυϲ, κῖκυϲ, βριθύϲ, πίτυϲ, Ἶριϲ, ἶβιϲ, Ἶϲιϲ, ῥιπίϲ, Βιθυνία, Λακινία. Πολλά ἐϲτιν ὀνόματα ἀπὸ ῥημάτων γινόμενα γραφομένων τῶν ῥημάτων διὰ διφθόγγου, τῶν δὲ ὀνομάτων διὰ τοῦ ι οἷον πείθω πιθανόϲ, οἰκτείρω οἰκτιρμόϲ, ϲείω ϲῖτοϲ, νείφω νιφετόϲ, λείχω λίχανοϲ. οὕτω καὶ παρὰ τὸ λείπω λιμόϲ. Τὰ παρὰ τὸ ἀεί διὰ τῆϲ ει διφθόγγου γράφεται, ἀείμνηϲτοϲ, ἀειγενήϲ, ἀείφρουροϲ, ἀειπάρθενοϲ, ἀειφανήϲ. τὸ μέντοι ἀΐδιοϲ μόνον διὰ τοῦ ι γράφεται παρὰ τὸ ἄΐ Αἰολικόν. καὶ τὸ ἀειπάρθενοϲ διὰ τῆϲ ει διφθόγγου γράφεται κοινῶϲ, Αἰολικῶϲ δὲ διὰ τοῦ ι. Τὸ εἴκελοϲ διφορεῖται κατὰ τὴν γραφήν, τὰ μέντοι παῤ αὐτὸ ϲυντεθειμένα δίφθογγον ἔχει, θεοείκελοϲ, πανείκελοϲ, ἀνδρείκελοϲ.