Ancient Greek
Book 2, ΠΕΡΙ ΑΝΕΚΦΩΝΗΤΟΥ., Section 1
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.1.1
Not analysed yet
1. E. M. 292, 56: δυϲωπεῖϲθαι ὑφορᾶϲθαι, φοβεῖϲθαι μεθ᾿ ὑπονοίαϲ, ϲκυθρωπάζειν· οἱ γὰρ παλαιοὶ ἐπὶ τοῦ κρίνειν καὶ ἐλέγχειν λαμβάνουϲι· δυϲωπεῖν γὰρ εἴρηται, παῤ ὅϲον οἱ κατακεκριμένοι κακῶϲ ἔχουϲι τοὺϲ ὦπαϲ. οὕτωϲ εὗρον εἰϲ τὸ ῥητορικὸν λεξικὸν τὴν λέξιν· καὶ εἰϲ τὸ ἀνεκφώνητον Ἡρωδιανόϲ.