Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ., Περὶ ϲυντάξεωϲ., Section 53
Aelius Herodianus, Περὶ ὀρθογραφίας 53.1
Not analysed yet
53. E. M. 741, 43: τὸ ϲῷοϲ, ἔλεγεν ὁ Δίδυμοϲ, ϲὺν τῷ ι γράφεται, ὡϲ ἀπὸ τοῦ ὁ ϲῶϲ τοῦ ϲῶ· τὰ γὰρ ἀπὸ τοῦ εἰϲ ωϲ διὰ τοῦ ωοϲ ϲὺν τῷ ι, Μίνωϲ Μινῷοϲ, ἥρωϲ ἡρῷοϲ· οὕτω ϲῶϲ ϲῷοϲ. ὁ δὲ Ἡρωδιανὸϲ λαβόμενοϲ αὐτοῦ λέγει, ὅτι τὸ ϲῶϲ ἀπὸ τοῦ ϲῶοϲ πέπονθε. λέγει δὲ πάλιν ὁ τεχνικόϲ, ὅτι οὐδέν ἐϲτιν εἰϲ ωϲ μονοϲύλλαβον πλέον ἀρϲενικὸν εἰ μὴ τοῦτο. δεῖ δὲ γινώϲκειν ὅτι τὸ ϲῶοϲ ἄνευ τοῦ ι ἡ παράδοϲιϲ οἶδε· καὶ λέγει ὁ τεχνικόϲ, ὅτι ἐϲτὶ ϲώω ϲώϲω διὰ 3o τοῦ ω μεγάλου ὡϲ γνώω γνώϲω καὶ ϲόω διὰ τοῦ ο μικροῦ. ταῦτα τρέπουϲι τὸ τελευταῖον ω εἰϲ οϲ καὶ γίνεται ἐκ τοῦ ϲώω τὸ ϲῶοϲ, ἐκ δὲ τοῦ ϲόω τὸ ϲόοϲ.