Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.106
Not analysed yet
Τὰ διὰ τοῦ ιροϲ ἐπὶ πόλεωϲ λεγόμένα καὶ μὴ οὐδέτερα διὰ τοῦ ι γράφεται, ίϲτιροϲ, Ϲτάλιροϲ, Κύϲτιροϲ, Δύϲιροϲ, Ϲίτιροϲ, Βεδύϲιροϲ. Κάμιροϲ ὄνομα πόλεωϲ. τὸ ἤπειροϲ οὐκ ἀντίκειται ἡμῖν. οὐκ ἐπὶ πόλεωϲ γὰρ ἀλλ’ ἐπὶ χωρίου. οὕτε τὸ Ϲτάγειροϲ· ἔχει γὰρ οὐδέτερον τὰ Ϲτάγειρα. κατὰ δὲ τὴν παράδοϲιν διὰ τοῦ ι γράφεται. τὰ δὲ ἄλλα πάντα διὰ τῆϲ ει γράφεται, μάτειροϲ, Κάμειροϲ (sc. ὁ ἥρωϲ) χωρὶϲ εἰ μὴ ὦϲιν ἀπὸ διϲυλλάβου οἷον ἄϊροϲ.