Ancient Greek
2.107 to 2.114
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.107-114
Not analysed yet
Τὰ διὰ τοῦ ιϲοϲ διϲύλλαβα κύρια μονογενῆ βαρύτονα διὰ μακροῦ τοῦ ι γράφει τὴν παραλήγουϲαν οἰον Κρῖϲοϲ, Νῖϲοϲ, Ἶϲοϲ, Κῖϲοϲ, Πῖϲοϲ. Τὰ εἰϲ ιϲϲοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τοῦ ι γράφεται οἷον κυπάριϲϲοϲ, νάρκιϲϲοϲ, Μέλιϲϲοϲ, λύρμιϲϲοϲ, Βόλιϲϲοϲ, Ἀρχέμιϲϲοϲ ὄνομα ποταμοῦ, περιϲϲόϲ. Τὰ εἰϲ ἱϲοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύτονα καὶ βαρύτονα διὰ τοῦ ι γράφεται, ίηφιϲόϲ, ἰλιϲόϲ, εδριϲόϲ, Ἀμιϲόϲ, Ἀμνιϲόϲ, Ἄρνιϲοϲ, Λάριϲοϲ, Μήριϲοϲ, Μάριϲοϲ, Πάμιϲοϲ, Κρίμιϲοϲ,Μόρμιϲοϲ,Nάιϲοϲ, ὕριϲοϲ. τὸ δὲ παράδειϲοϲ ἀπὸ τοῦ δεῖϲα ἔχει τὴν ει δίφθογγον. Τὰ διὰ τοῦ ιϲοϲ ἐπὶ ποταμῶν ὀξύνεται καὶ διὰ τοῦ ι γράφεται Ἰλιϲόϲ, Κηφιϲόϲ, Ἀμνιϲόϲ. εἰ δέ τι βεβαρυτόνηται, τοῦτο παρώνυμον ὤφθη ἀπὸ θηλυκοῦ Ἄρνιϲοϲ Ἄρνιϲα, άριϲοϲ Λάριϲα. Τὰ εἰϲ ϲτοϲ ὑπερθετικὰ διϲύλλαβα ὄντα φυλάττει τὴν δίφθογγον, λῶν λῷϲτοϲ, ῥᾴων ῥᾷϲτοϲ, μείων μεῖϲτοϲ, πλείων πλεῖϲτοϲ. εἰ δὲ εἴη ὑπὲρ δύο ϲυλλαβάϲ, ἀποβάλλει τὸ ε, ἀρείων ἄριϲτοϲ, χερείων χείριϲτοϲ. Τὰ διὰ τοῦ ιτοϲ ἀποϲτρέφεται τὴν ἑι δίφθογγον οἶον ἄτιτοϲ ὁ ἀτιμώρητοϲ, ἀκόνιτοϲ, Ἐπαφρόδιτοϲ, ἀδήριτοϲ, ϲῖτοϲ, μίτοϲ, λιτόϲ, Τρῖτοϲ, ῥῖτοϲ· δεῖ προϲθεῖναι χωρὶϲ τοῦ κλειτόϲ ὁ εὔδοξοϲ καὶ τὰ παρ’ αὐτό· ταῦτα γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται οἶον πολύκλειτοϲ, ἀγάκλειτοϲ, Ἡράκλειτοϲ. τὸ δὲ ἄϲειϲτοϲ πολύϲειϲτοϲ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι διὰ τοῦ ιτοϲ ἀλλὰ διὰ τοῦ ειϲτοϲ. Τὰ εἰϲ φοϲ μονογενῆ μὴ ὄντα οὐδέτερα ἁπλᾶ μὴ ὄντα Ἰταλικὰ ἑνὶ φωνήεντι θέλει παραλήγεϲθαι οἰον λόφοϲ, ζόφοϲ, κέκφοϲ, ϲέρφοϲ, γρῖφοϲ, ἔριφοϲ,Τήλεφοϲ, Κίνυφοϲ, Ϲέριροϲ. πρόϲκειται «μονογενῆ» διὰ τὸ ὁ κοῦφοϲ, ἡ κοῦφοϲ τὸ κοῦφον· «μὴ ὄντα »δὲ «οὐδέτερα »διὰ τὸ λαῖφοϲ· κἁπλᾶ »δὲ διὰ τὸ φιλοῖφοϲ ὁ ϲυνουϲιαϲτήϲ· «Ἰταλικὰ »δὲ διὰ τὸ Ῥοῦφοϲ. Τὰ εἰϲ φδϲ λήγοντα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἱον τρῖφοϲ, ἔριφοϲ, Κίνυφοϲ, Ϲέριφοϲ, ξίφοϲ, ϲτῖφοϲ.