Ancient Greek
2.11 to 2.14
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.11-14
Not analysed yet
Τὰ ἀπὸ τῆϲ ψι ϲυλλαβῆϲ ἀρχόμενα οὐ γράφεται διὰ τῆϲ ει οἷον ψιλόϲ, ψιλή, ψιλίον· ϲημαίνει δὲ τὸ ἐπιτιθέμενον ἐν ἄκροιϲ τῶν χειρῶν, ὅπερ ἐν τῇ ϲυνηθείᾳ ψέλιον εἰώθαϲι λέγειν διὰ τοῦ ε. ψίω τὸ ἐμβρωματίζω. Οὐδέποτε πρὸ τῶν δύο ρρ εὑρίϲκεται δίφθογγοϲ ὑποδηματορράφοϲ, Κίρρα. Οὐδέποτε πρὸ δύο ϲϲ δίφθογγοϲ εὑρίϲκεται οἷον ἑλίϲϲω, φρίϲϲω, μέλιϲϲα, κιϲϲόϲ, τριϲϲόϲ χωρὶϲ τοῦ κρείϲϲων καὶ τοῦ ἐξ αὐτοῦ ῥήματοϲ γινομένου κρειϲϲῶ καὶ λεύϲϲω καὶ γλαύϲϲω τὸ φωτίζω. Οὐδέποτε ἡ ει δίφθογγοϲ πρὸ τῶν δύο ϲυμφώνων εὑρίϲκεται ἐν ϲυλλήψει. εἰ δὲ ἐγράφετο δίφθογγοϲ (sc. in μίϲγω), μέμοιγα ἦν ὁ μέϲοϲ παρακείμενοϲ· οὐκ ἔϲτι δὲ ἀλλὰ μέμιγα.