Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., Περὶ τῆϲ ει διφθόγγου.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.10-2
Not analysed yet
Οὐδέποτε μετὰ τοῦ χ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲα εἰϲ ρ ϲυμφώνου ἐπιφερομένου οἷον χάρμα «αὐλῆϲ ἐν χόρτῳ» (Λ 773), «χέρνιβα δ᾿ ἀμφίπολοϲ» (α 136), ὅθεν ὁ ποιητὴϲ φυλάξαϲ τὴν δίφθογγον τοῦ χείρ ἐν παντὶ ἀριθμῷ καὶ ἐν πάϲῃ πτώϲει διήλλαξεν ἐν τῇ πληθυντικῇ δοτικῇ «χερϲὶ μὲν οὔτοι ἔγωγε μαχήϲομαι» (Α 301), οὐκέτι δὲ χειρϲί· τοῦτο δὲ ἐν παραγωγῇ οὐ χέρεϲϲιν εἶπεν ἀλλὰ χείρεϲϲι «τοίω τὼ χείρεϲϲι ὑφ᾿ ἡμετέρῃϲι» (Ε 559).