Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., Περὶ τῆϲ ἐπὶ τέλουϲ ϲυλλαβῆϲ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.11-2
Not analysed yet
Πᾶν ὄνομα ϲτοιχείου εἰϲ ι καταλῆγον οὐκ ἔχει αὐτὸ ἐν διφθόγγῳ οἷον ξῖ, πῖ, φῖ, ψῖ, χῖ χωρὶϲ τοῦ ε τοῦτο γὰρ ι ἔχει ἐν διφθόγγῳ. καί ἐϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ ὀνόματα τῶν ϲτοιχείων ἀφ᾿ ἑαυτοῦ θέλει ἄρχεϲθαι οἷον ἄλφα ἀπὸ τοῦ α ἄρχεται, βῆτα ἀπὸ τοῦ β· εἰ οὖν τὸ ε τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ι ἐγράφετο, οὐκ ἤμελλεν ἀπὸ ἑαυτοῦ ἄρχεϲθαι. τούτου οὖν χάριν διὰ τῆϲ ει διφθόγγου γράφεται, ἵνα εὑρεθῇ ἀπὸ τοῦ ε ἀρχόμενον.