Ancient Greek
2.1 to 2.12
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.1-5-12
Not analysed yet
Περὶ ὀνομάτων. Περὶ τῶν εἰϲ αν. Τὰ εἰϲ αν οὐ παραλήγεται τῇ ει διφθόγγῳ οἷον Ἀλκμάν, Παιάν, Ἑρμάν, Ποτιδάν ὁ Ποϲειδῶν, Τιτάν. τὸ γὰρ Ἀργειάν, ἔϲτι δὲ ὄνομα ὄρουϲ Μεϲϲηνίαϲ, ἀπὸ τοῦ Ἀργεῖοϲ ἔχει τὴν δίφθογγον. Περ τῶν εἰϲ ων. Πᾶν ὄνομα ἀρϲενικὸν ἢ θηλυκὸν εἰϲ δων λῆγον ἑνὶ φωνήεντι θέλει παραλήγεϲθαι, Ϲιδών ἐπὶ τοῦ πολίτου καὶ ἐπὶ τῆϲ πόλεωϲ, Ϲαρπηδών, ϲηπεδών, χελιδών, ϲινδών. τὸ δὲ Ποϲειδῶν διφορεῖται. παρὰ γὰρ τοῖϲ Ἀθηναίοιϲ διὰ τῆϲ ει διφθόγγου γράφεται, οἱ δὲ Αἰολεῖϲ καὶ οἱ Δωριεῖϲ διὰ τοῦ ι. Πάντα τὰ εἰϲ ιμων κύρια παροξύτονα διὰ τοῦ ι γράφεται, οἷον Ϲίμων, Τίμων, Κίμων. τὸ γὰρ λειμών καὶ χειμών ὀξύνονται. Πάντα τὰ εἰϲ μων βαρύτονα ὑπὲρ δύο ϲυλλαβὰϲ παρὰ τὸ εἷμα γινόμενα τουτέϲτιν τὸ ἔνδυμα, διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον λευχείμων, ἀνείμων, μελανείμων. Τὰ εἰϲ ιφρων διὰ μόνου τοῦ ι γράφεται οἷον καλλίφρων, μελίφρων, Ἀλκίφρων, περίφρων. Τὰ εἰϲ των λήγοντα μὴ ὄντα κοινὰ τῷ γένει οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἷον Βίτων, χιτών, Τρίτων ὄνομα ποταμοῦ, Κρίτων, Ἴτων, Ἀρίϲτων, Χαρίτων. πρόϲκειται «μὴ κοινὰ τῷ γένει» διὰ τὸ ὁ γείτων καὶ ἡ γείτων. Τὰ εἰϲ ων καθαρὰ ϲυγκριτικὰ οὐ παραλήγεται τὴν ει δίφθογγον, ἀλλὰ τὸ ι, ἀλγίων, αἰϲχίων, βραδίων, ταχίων, ἡδίων, γλυκίων, βελτίων κακίων, φιλίων, μεθ᾿ ὧν καὶ διπλαϲίων, χωρὶϲ τοῦ χερείων καὶ ἀρείω καὶ διϲυλλαβῶν τινων μείων, πλείων. Τὰ ἐπὶ μηνῶν τῶν Ἀθηναίων διὰ τοῦ ι γράφεται κατὰ τὴν παραλήγουϲαν οἷον Ἐλαφηβολιών, Πυανεψιών, Βοηδρομιών, Μεταγειτνιών. Καθόλου τὰ διὰ τοῦ ιων βαρύτονα τρέποντα τὸ ω ἐν τῇ γενικῇ εἰϲ τὸ ο εἴτε κύρια εἴτε μὴ κύρια ἀποϲτρέφεται τὴν ει δίφθογγον κατὰ τὴν παραλήγουϲαν οἷον Ἐχίων Ἐχίονοϲ, βραχίων βραχίονοϲ, Ἰξίων Ἰξίονοϲ, Πανδίων Πανδίονοϲ, πίων πίονοϲ ὁ λιπαρόϲ, Ἀμφίων Ἀμφίονοϲ, Ἀρίων Ἀρίονοϲ, Δηΐων Δηΐονοϲ, πρίων πρίονοϲ, κίων κίονοϲ, κυλλοποδίων κυλλοποδίονοϲ, Ὑπερίων Ὑπερίονοϲ.