Ancient Greek
2.115 to 2.116
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.115-116
Not analysed yet
Τὰ εἰϲ βοϲ οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἰον Ϲωτήρχοϲ, Ἰάμβλιχοϲ, Φρύνιχοϲ, ὅϲϲιχοϲ, μείλιχοϲ ὁ πράοϲ, δόλιχοϲ τὸ ὄϲπριον, δολιχόϲ ὁ μακρόϲ· τάριχοϲ, λέγεται δὲ καὶ ἀρϲενικῶϲ καὶ οὐδετέρωϲ. δεῖ προϲθεῖναι χωρὶϲ τοῦ τεῖχοϲ καὶ τῶν παρ’ αὐτοῦ, εὔτειχοϲ, δίτειχοϲ, καλλίτειχοϲ. ταῦτα γὰρ διὰ τῆϲ εἰ γράφεται. Πρὶ τῶν εἰϲ ῦϲ.