Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.131
Not analysed yet
Τὰ διὰ τοῦ εια θηλυκὰ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευῶ, εἰ μέν ἐϲτιν ἀπὸ τῶν εἰϲ μῶν ὀξυτόνων, διὰ τοῦ ι γράφεται οἷον ἡγεμών ἡγεμονεύω ἡγεμονία, κηδεμών κηδεμονεύω κηδεμονία· εἰ δὲ μή ἐϲτιν ἀπὸ τῶν εἰϲ μῶν, διὰ τῆϲ ἑι διφθόγγου γράφεται οἷον ἀλαζών ἀλαζονεύω ἀλαζονεία καὶ ἀπὸ ἄλληϲ δὲ οἱοϲδήποτε καταλήξεωϲ ἐὰν ᾖ, διὰ διφθόγγου γράφεται οἷον ῥήτωρ ῥήτοροϲ ῥητορεύω ῥητορεία, εἴρων εἰρωνεύω εἰρωνεία, πρᾶγμα πραγματεύω, ἐξ οὗ πραγματεύομαι, πραγματεία. ὁμοίωϲ κολακεία, ἑρμηνεία, προφητεία, ξενιτεία, ἀριϲτεία ἐκ τοῦ ἀριϲτεύϲ, ἀλητεία, βουλεία ἡ βούλευϲιϲ, γοητεία, δυναϲτεία, ἱκετεία· ἱκεϲία δὲ διὰ τοῦ ι. λαγνεία, λάγνοϲ γὰρ τὸ ἀρϲενικόν, προϲτατεία, προϲτάτηϲ γὰρ τὸ ἀρϲενικόν, προϲταϲία δὲ διὰ τοῦ ι, νηϲτεία, πολιτεία, τερατεία, πρεϲβεία, δεϲποτεία, ὑδρεία τὸ ἐπὶ τῆϲ ὑδρεύϲεωϲ, ἐπὶ δὲ τοῦ ἀγγείου διὰ τοῦ ι ὑδρία. χωρὶϲ τῶν ἀπὸ τῶν εἰϲ οϲ ϲυνθέτων διὰ τοῦ ια παραγομένων θηλυκῶν, κἆν γὰρ ἔχᾳ ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω, διὰ τοῦ ι γράφεται οἰον πρόεδροϲ προεδρεύω προεδρία, φιλανθρωπία, ἀϲωτία, ἐμπορία, παρθενία, ϲυνοδία· ἡνιοχεία διὰ τῆϲ ει διφθόγγου ἐκ τοῦ ἡνιοχεύϲ, ἐϲπερεία ἐκ τοῦ ἑϲπερεύϲ, μαϲτροπεία ὁμοίωϲ. Ἰϲτέον δὲ ὅτι ἐκ τούτων τὰ δίὰ τοῦ τ ἐκφερόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται, ὅϲα δὲ διὰ τοῦ ϲ, διὰ τοῦ ι γράφεται.