Ancient Greek
2.132 to 2.136
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.132-136
Not analysed yet
Τὰ ἀπὸ τῶν εἰϲ οϲ ἁπλῶν μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω διὰ τοῦ ια γινόμενα θηλυκὰ διὰ τοῦ ι γράφεται οἷον κακόϲ κακία, ϲοφόϲ ϲοφία, μωρόϲ μωρία, ῆϲυχοϲ ἡϲυχία. πρόϲκειται «μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευῶ διὰ τὸ δοῦλοϲ δουλεύω δουλεία, μοιχόϲ μοιχεύω μοιχεία. Τὰ ἀπὸ τῶν εἰϲ οϲ ϲυνθέτων διὰ τοῦ ια γινόμενα παροξύτονα ὄντα διὰ τοῦ ι γράφεται οἰον φιλόϲοφοϲ φιλοϲοφία, κακοῦργοϲκακουργία, πρόθυμοϲ προθυμία, ἄϲωτοϲ ἀϲωτία, ῥάθυμοϲ ῥᾳθυμία, ἀϲπιδοποιόϲ ἀϲπιδοποιῖα, ὀρθογράφοϲ ὀρθογραφία, εὔκαιροϲ εκαιρία, ἀεργόϲ ἀεργία, ὑπερήφανοϲ ὑπερηφανία (ἀνόρεκτοϲ ἀνορεξία, ὑπόδεκτοϲ ὑποδεξία διὰ τὴν ϲύνταξινΤ). πρόϲκειται «παροξύτονα» διὰ τὸ βοηθόϲ βοήθεια καὶ εὔεροϲ εὐέρεια. Τὰ ἀπὸ ἀρϲενικῶν ἐχόντων τὸ τ διὰ τοῦια γινόμενα καὶ τρέποντα τὸ τ εἰϲ ϲ διὰ τοῦ ῖ γράφεται οἰον (ἄλουτοϲ ἀλουϲία̣) ἀθάνατοϲ ἀθαναϲία, ὑπηρέτηϲ ὑπηρεϲία. Τὰ ἀπὸ τῶν εἰϲ ηϲ βαρυτόνων εἰϲ ουϲ ἐχόντων τὴν γενικὴν γινόμενα θηλυκὰ διὰ τοῦ ι γράφεται καὶ διὰ τῆϲ ει διφθόγγου· διὰ τοῦ ι μὲν παροξυνόμενα, διὰ δὲ τῆϲ ει διφθόγγου προπαροξυνόμενα οἱον αὐθάδηϲ αὐθάδουϲ αὐθαδία καὶ αὐθάδεια, κακοήθηϲ κακοήθουϲ κακοηθία καὶ κακοήθεια, ϲυνήθηϲ ϲυνηθία καὶ ϲυνήθεια. Τὰ εἰϲ ηϲ ἀρϲενικὰ εἰϲ θηλυκὰ μεταγόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ μάλιϲτα ὀξύτονα ὄντα οἰον ἀληθήϲ ἀλήθεια, εὐλαβήϲ εὐλάβεια, ἀκρίβεια, ἀπέχθεια, ἀδεήϲ ἀδέεια καὶ ἄδεια, εὐκλεήϲ εὐκλέεια καὶ εὔκλεια, ἀναίδεια, εὐγένεια, ἀπάθεια, εὐμάθεια. λέγεται δὲ καὶ ποιητικώτερον ἀναιδία, εὐγενία, ἀπαθία, εὐμαθία. τὸ μέντοι ἀμαθία μόνωϲ παροξύνεται καὶ διὰ τοῦ ι γράφεται.