Ancient Greek
2.138 to 2.142
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.138-142
Not analysed yet
Τὰ ἀπὸ ἐνεϲτώτων παρηγμένα θηλυκὰ προπαροξύτονα δίφθογγον ἔχει οἷον ἀπόλω ἀπώλεια, ἐξώλεια, προώλεια, μήδω Μήδεια, θέρω θέρεια, θάλλω Θάλεια, ἀνθῶ Ἄνθεια, χαίρω Χάρεια, κρατῶ Κράτεια. Τὰ παρὰ μέλλοντα διὰ τοῦ ια διὰ τοῦ ι γράφεται, θύϲω θυϲία, ἄξω ἀξία, λούϲω λϲῳϲία καὶ ἀλουϲία, ὀρέξω ὀρεξία, ἔχω ἑξω ἑξία καὶ εὐεξία, πέψω πεψία ἀπεψία. Τ διὰ τοῦ ϲια ὑπὲρ δύο ϲυλλαβὰϲ μὴ ἔχοντα ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω διὰ τοῦ ί γράφεται οἷον ἱκεϲία, τὸ δὲ ἱκετεία διὰ τῆϲ ει διφθόγγου, ἱκετεύω γάρ· μετουϲία, ἀφαϲία, γερουϲία, πανδοϲία, ἐκκληϲία, ὑπερβαϲία. πρόϲκειται «μὴ ἔχοντα ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευῦ »διὰ τὸ περιϲϲεύω περιϲϲεία διὰ τῆϲ ει διφθόγγου. Τὰ διὰ τοῦ νια θηλυκὰ ἔχοντα μακρὸν τὸ α διὰ τοῦ ι γράφεται μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ εῦ ῥημάτων οἰον μανία, πενία, γωνία,. ξενία, Βιθυνία, γειτονία, ἁρμονία, ἀνία. πρόϲκειται «ἔχοντα μακρὸν τὸ ἁ »διὰ τὸ δυϲγένεια, εὐγένεια, ϲαφήνεια, εὐμένεια. πρόϲκειται «μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ἑῦῶ ῥημάτων »διὰ τὸ ἑρμηνεία, πορνεία, ἀλαζονεία. Πάντα τὰ διὰ τοῦ ια καθαρεύοντα παροξύτονα διὰ μόνου τοῦ ι γράφεται οἷον εὐφυία’ μεγαλοφυῖα, λογοποιῖα. τὸ δὲ ὑγίεια προπαροξυτόνωϲ λέγεται.