Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.137
Not analysed yet
Τὰ παρὰ τὸ ἦθοϲ διφορεῖται, ἀήθεια καὶ ἀηθία, ποιητικώτερον δὲ διὰ τοῦ ι καὶ παρὰ τὸ κέρδοϲ φιλοκέρδεια καὶ φιλοκερδία, αἰϲχροκέρδεια καὶ αἰϲχροκερδία· καὶ τὰ παρὰ τὸ παθεῖν καὶ μαθεῖν, εὐπάθεια καὶ εὐπαθία, εὐμάθεια καὶ εὐμαθία, προμήθεια καὶ προμηθία, εὐέπεια καὶ εὐεπία, ὦφέλεια καὶ ὠφελία, εὐμάρεια καὶ εὐμαρία, οἰκωφελία καὶ κοινωφελία μόνωϲ καὶ ἀμαθία· καὶ τὸ ι ποιητικόν. τὰ παρὰ τὸ φυή διὰ τοῦ ι εὐφυῖα· εὕρηται καὶ εὐφύεια παρὰ Ἀλέξιδι. τὰ παρὰ τὸ τύχη διὰ τοῦ ι, εὐτυχία· εὕρηται καὶ εὐτύχεια παρὰ Ϲοφοκλεῖ. τὰ παρὰ τὸ ἔτοϲ διὰ τοῦ ῖ γράφεται τὰ δὲ παρὰ τὰ ἄλλα διὰ διφθόγγου.