Ancient Greek
2.167 to 2.173
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.167-173
Not analysed yet
Τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ προϲηγορικὰ ἔχοντα μετὰ τὴν πρώτην δύο ϲύμφωνα κατὰ ϲύλληψιν ἢ κατὰ διάϲταϲιν, πρὸ τέλουϲ ἔχοντα τὸν τόνον, μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων διὰ τοῦ ι γράφεται οἷον ὀγκίον, ἀντίον τοῦ ἱϲτοῦ, κυμβίον, ἰϲχίον. πρόϲκειται «μὴ ἔχοντα ῥῆμα διὰ τοῦ ευω» διὰ τὸ πορνεύω πορνεῖον. Τὰ διὰ τοῦ αντιον οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφεται οἰον Αίάντιον ἡ πόλιϲ, Περγάντιον ἡ πόλιϲ, βαλάντιον τὸ ἀκόντιον. πρόϲκειται «μονογενῆ »,ἐπεὶ τὰ τριγενῆ διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον Αἰάντειον βούλημα. Τὰ διὰ τοῦ ιιον μονογενῆ οὐδέτερα διὰ τοῦ ι γράφει τὴν παραλήγουϲαν οἰον ἑλένιον ἡ βοτάνη, ζρμέvιον, Παρθένιον ὄνομα ὄρουϲ, αὐχένιον. τοῦτο δὲ διφορεῖται ὡϲ καὶ διὰ τῆϲ ει διφθόγγου γράφεται. ϲεϲημείωται τὸ γένειον διὰ τῆϲ ει διφθόγγου γραφόμενον. Τὰ ἀπὸ τῶν εἰϲ ευϲ διὰ τοῦ ειον γενόμενα οὐδέτερα μονογενῆ διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ προπεριϲπᾶται, κουρεύϲ κουρεῖον, κναφεύϲ κναφεῖον, τραμματεύϲ γραμματεῖον, βαλανεύϲ βαλανεῖον,βαφεύϲβαφεῖον πλὴν τοῦ Θηϲεύϲ Θήϲειον καὶ Φύτειον πόλιϲ ἀπὸ Φυτέωϲ τοῦ κτίϲαντοϲ αὐτήν. πρόϲκειται «μονογενῆ διὰ τὸ βαϲιλεύϲ βαϲίλειον ἔϲτι δὲ τριγενέϲ. βαϲίλειοϲ οἰκὸϲ, βαϲιλεία χείρ καὶ βαϲίλειον οἴκημα. Τὰ ἀπὸ τῶν εἰϲ ω διὰ τοῦ ειον γινόμενα οὐδέτερα διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ προπεριϲπᾶται, γράφω γραφεῖον, ἄγω ἀγγεῖον, λέγω λογεῖον, φέρω φορεῖον, πορνεύω πορνεῖον, πρυτανεύω πρυτανεῖον, ταμιεύω ταμιεῖον. Τὰ ἀπὸ τῶν εἰϲ οϲ ἀρϲενικῶν παρηγμένα οὐδέτερα εἰϲ ον καθαρὸν λήγοντα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον πρῶτοϲ πρωτεῖον, διδάϲκαλοϲ διδαϲκαλεῖον, ϲτοῖχοϲ ϲτοιχεῖον. Τὰ ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων διϲυλλάβων διὰ τοῦ ειον γινόμενα οὐδέτερα μονογενῆ διὰ τῆϲ ει διφθόγγου γράφεται, δάνοϲ δάνειον, γένοϲ γένειον, βρένθοϲ βρένθειον, γῆτοϲ γήτειον. πρόϲκειται «μονογενῆ» διὰ τὸ ἅγοϲ ἅγιον διὰ τοῦ ι. ἀλλ’ οὐκ ἔϲτι μονογενέϲ, ὁ ἅγιοϲ γὰρ καὶ ἡ ἁγία καὶ τὸ ἅγιον. χωρὶϲ τοῦ ἴχνοϲ ἰχνίον.