Ancient Greek
2.174 to 2.175
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.174-175
Not analysed yet
Τὰ διὰ τοῦ ειον οὐδέτερα ἀπὸ τῶν εἰϲ μα οὐδετέρων γινόμενα πρὸ τέλουϲ ἔχοντα τὸν τόνον μὴ ὑποκοριϲτικὴν ἔχοντα ϲημαϲίαν διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον ϲῆμα ϲημεῖον, ϲῶμα ϲωματεῖον, γράμμα γραμματεῖον. τὸ δὲ ϲωμάτιον καὶ γραμμάτιον ὑποκοριϲτικά ἐϲτι καὶ προπαροξύτονα καὶ διὰ τοῦ ι γράφεται. Εἰϲί τινα ἀπὸ τῶν εἰϲ διπλοῦν ληγόντων γινόμενα διὰ τοῦ ειον, ἅτινα διὰ τῆϲ ει διφθόγγου γράφεταr οἷον Κύκλωψ Κυκλώπειον ἔϲτι δὲ ὄροϲ ἐν Λιβύῃ, Φοῖνιξ Φοινίκειον, κῆρυξ Κηρύκειον.