Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.176
Not analysed yet
Τὰ διὰ τοῦ ειον τριϲύλλαβα κύρια ἢ καὶ ἰδιάζοντα κατὰ πόλεων προπαροξύτονα διὰ τῆϲ ει διφθόγγου γράφεται· εἶπον δὲ «ἰδιάζοντα» διὰ τὸ Λάγειον παρὰ Ἀλεξανδρεῦϲιν ἐν αὐτῇ τῇ πόλει μόνον λεγόμενον καὶ τὸ Λύκειον Ἀθήνηϲι, Χλούνειον τόποϲ ἐν Αίωλίᾳ, ὅπου ἦν ὁ χλούνηϲ, Λαύρειον τόποϲ ἐν Ἀττικῇ ἔχων μέταλλα· τὸ γὰρ χαλκεῖον προπεριϲπώμενον κοινὸν κατὰ πᾶϲαν πόλιν ἐπὶ τόπου λαμβανόμενον. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα Γύθειον, Ϲέρρειον ἡ πόλιϲ, Φίκειον ὄνομα τόπου. τοῦτο δὲ εὕρηται καὶ διὰ βραχέοϲ τοῦ ι. ῖϲωϲ δὲ ξυνέδραμε τῷ Ῥύτιον Αἴγιον Ϲούνιον. Βούδειον, Ϲίγειον, Λέπρειον Καυκώνων πόλιϲ, Ῥοίτειον πόλιϲ, Φύτειον, Κράνειον γυμνάϲιον ἐν Κορίνθῳ.