Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., Περὶ τῆϲ αι διφθόγγου.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.18
Not analysed yet
Τὰ διὰ τοῦ αιοϲ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα μὴ ἔχοντα τὸ λ ἢ τὸ τ, διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον Ἰουδαῖοϲ, ὀβελιαῖοϲ, ἡμιϲαῖοϲ, Βιθυναῖοϲ, ταλαντιαῖοϲ, ἐναυϲιαῖοϲ. πρόϲκειται «πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα» διὰ τὸ ἀδελφιδεόϲ, θυγατριδεόϲ ὁ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ. ταῦτα γὰρ ὀξύνεται καὶ διὰ τοῦ ε ψιλοῦ γράφεται. τὸ νηφαλέοϲ, ἀργαλέοϲ, ϲμερδαλέοϲ ὁ καταπληκτικὸϲ καὶ χαλεπόϲ, ποιητέοϲ, νοητέοϲ διὰ τοῦ ε γράφεται, διότι ἔχει τὸ λ καὶ τὸ τ