Ancient Greek
2.10 to 2.17
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.10-17
Not analysed yet
Τὰ εἰϲ ηϲ λήγοντα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον οὐκ οἶδε τὴν αι δίφθογγον πρὸ τέλουϲ οἷον Ἀκέληϲ, ἀμελήϲ, ἀφελήϲ, εὐμενήϲ, δυϲμενήϲ, Δημοϲθένηϲ, Ὑπέρηϲ, ὑψικέρηϲ, ἀμερήϲ. Τὰ διὰ τοῦ αιοϲ ἀρϲενικὰ κύριά τε καὶ προϲηγορικὰ ὀξύτονα διϲύλλαβα διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον λαιόϲ, ϲκαιόϲ, Ϲκαῖοϲ δὲ τὸ κύριον, φαιόϲ, Ϲαῖοϲ ὄνομα ἔθνουϲ, βαιόϲ καὶ Βαῖοϲ τὸ κύριον. ϲεϲημείωται τὸ θεόϲ διὰ τοῦ ε γραφόμενον. Τὰ διὰ τοῦ αιοϲ γινόμενακατὰ διάϲταϲιν διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον Ἰουδαῖοϲ Ἰουδαϊκά, Ἑβραῖοϲ Ἑβραϊκά. Τὰ εἰϲ οϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύτονα τριγενῆ διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον κραταιόϲ, ’Ἀχαιόϲ, παλαιόϲ. ϲεϲημείωται. τὸ ἐνεόϲ, ϲτερεόϲ. πρόϲκειται «ὀξύτονα» διὰ τὸ κήλεοϲ ὁ καυϲτικόϲ. «τριγενῆ διὰ τὸ Κελεόϲ. τὰ γὰρ μονογενῆ διὰ τοῦ ε γράφεται. Τὰ εἰϲ τεοϲ λήγοντα ὀνόματα τῷ ε ψιλῷ παραλήγεται πλὴν τῶν παρὰ ἀριθμῶν γινομένων οἷον γραπτέοϲ, ἐπαινετέοϲ, λεκτέοϲ. τὸ τριταῖοϲ καὶ τεταρταῖοϲ ἐπὶ ἡμερῶν παρὰ ἀριθμῶν διὰ τῆϲ αι διφθόγγου. Τὰ ἀπὸ τῶν εἰϲ α καὶ η θηλυκῶν ἢ ἀπὸ τῶν εἰϲ οϲ διὰ τοῦ αιοϲ γενόμενα χαίρει τῇ αι διφθόγγῳ οἷον Ῥώμη Ῥωμαῖοϲ, δάφνη δαφναῖοϲ, Θήβη Θηβαῖοϲ, τρίτη τριταῖοϲ, Γάζα Γαζαῖοϲ, μοῦϲα μουϲαῖοϲ, δρόμοϲ δρομαῖοϲ, λῆνοϲ ληναῖοϲ. Τὰ ἀπὸ οὐδετέρων διὰ τοῦ αιοϲ γινόμενα διὰ τῆϲ αι διφθόγγου γράφεται, γῆραϲ γηραιόϲ, γέραϲ γεραιόϲ, κράτοϲ κραταιόϲ. Εἰϲί τινα ὀνόματα διὰ τοῦ αιοϲ ἀπὸ ἀπτώτων, ἅτινα διὰ τῆϲ αι γράφεται, μάτην μάταιοϲ, χύδην χυδαῖοϲ, πάλαι παλαιόϲ.