Ancient Greek
2.182 to 2.192
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.182-192
Not analysed yet
Τὰ διὰ τοῦ ειον ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ κύρια μονογενῆ ποπαροξύτονα διὰ τῆϲ ει διφθόγγου γράφεται, Ἀδραμύττειόν, Κροκύλειον, Τπάτειον, Ἐφιάλτειον, Κηρύκειον, Ταντάλειον, Δαϲκύλειον, ορβάντειον. Nάξειον, Κυκλώπειον, Μυρμήκειον. τὸ γὰρ ἕτερον προπεριϲπάται. Κλεάδειον, Γορδίειον, Δοκιμίειον πόλειϲ Φρυγίαϲ, Δορυλάειον, Κοτιάειον, Καπετωλίειον καὶ ἐν ϲυναιρέϲει Καπετώλειον. Τὰ ἐπὶ τεμενῶν καὶ ἑορτῶν διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύτονα καὶ προπεριϲπώμενα διὰ τῆϲ ει διφθόγγου γράφεται πρυτανεῖον, Νεμεϲεῖον, Ϲεραπεῖον, Οϲιιρεῖον, Ἀνουβεῖον, Βενδίδειον, Θετίδειον, Ἡράκλειον, Ποϲειδύνειον, Χαρώνειον, Αἰάκειον κτλ. Τὰ διὰ τοῦ ινονν προπαροξύτονα ἀποϲτρέφεται τὴν ει δίφθογγον χωρὶϲ εἰ μή ἐϲτιν ἀπὸ ἁπλοῦ ἔχοντοϲ τὴν ει δίφθογγον οἰον κύμινον, ϲέλινον, ἀνθρώπινον, λίθινον, ξύλινον· χωρὶϲ εἰ μή ἐϲτιν ἀπὸ ἁπλοῦ» διὰ τὸ ξεῖνοϲ ξένοϲ ἄξεινον. Τὰ εἰϲ ρον οὐδέτερα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα ἑνὶ φωνήεντι παραλήγεται οἶον πέλεθρον, τέρεθρον, βέρεθρον, φέλετρον καὶ φέλετρα· οὕτω καὶ θύρετρον. πρόϲκειται «ὑπὲρ δύο ϲυλλαβὰϲ» διὰ τὸ ῥεῖθρον καὶ κλεῖθρον. Τὰ εἰϲ α λήγοντα ὀνόματα τῶν ϲτοιχείων ἑνὶ φωνήεντι θέλει παραλήγεϲθαι οἷον ἄλφα, βῆτα, γάμμα, δέλτα. οὕτωϲ οὖν καὶ τὸ ϲ ἐνὶ φωνήεντι θέλει παραλήγεϲθαι. Πᾶν ὄνομα οὐδέτερον εἰϲ ϲμα λῆγον διὰ τοῦ ι γράφεται οἰον βάδιϲμα, ῥάπιϲμα, ϲόφιϲμα. ἀπὸ γὰρ τῶν εἰϲ ζω ῥημάτων βαδίζω, ῥαπίζω, ϲοφίζω· ϲεϲημείωται τὸ ἔρειϲμα ἐκ τοῦ ἐρείδω γενόμενον, ὅ ἐϲτιν ὑποϲτήριγμα, καὶ δάνειϲμα. Τὰ εἰϲ ι λήγοντα οὐδέτερα οὐ θέλει τὴν ει δίφθογγον παραλήγεϲθαι οἰον μέλι, κιννάβαρι, ϲίνηπι, πέπερι, ϲίμμ. Περὶ ῥημάτων. Ὅϲα ῥήματα ἐν τῷ μέλλοντι ἔχει τὸ ε, ταῦτα πολὺ πρότερον καὶ ἐν τῷ ἐνεϲτῶτι εἶχεν οἰον κερῶ κείρω, δερῶ δείρω, φθερῶ φθείρω. Ὅϲα ῥήματα ἐν κινήϲει εὑρίϲκεται γεννῶντα τὸ ο, τὸ ε πρότερον εἰχεν οἷον ἀμείβω ἀμοιβή, λείβω λοιβή, λείχω λοιχόϲ. Τὰ ἔχοντα ὥϲπερ ἀναδιπλαϲιαϲμόν τινα ἤγουν πλεοναϲμὸν κατὰ τὴν ἄρχουϲαν διὰ τοῦ ι γράφεται οἰον ϲτῶ ἱϲτῶ, δῶ διδῶ, θῶ τιθῶ, χρῶ κιχρῶ, μνήϲκω μιμνήϲκω, πλῶ πιπλῶ, τρώϲκω τιτρώϲκω.