Ancient Greek
2.193 to 2.196
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.193-196
Not analysed yet
Τὰ εἰϲ βω λήγοντα ῥήματα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἷον ϲτίλβω, θλίβω, βιβῶ, τρίβω, φέρβω, ϲέβω, βαυβῶ τὸκαθεύδω. τρία δ’ ἐϲτὶν εἰϲ βω ῥήματα διὰ τῆϲ ει διφθόγγου γραφόμενα. οἰον ἀμείβω, ϲτείβω τὸ περιπατῶ καὶ λείβω καὶ εἴβω κατὰ ἀποβολὴν τοῦ λ. Τὰ εἰϲ ῶ λήγοντα ῥήματα ἑνὶ φωνήεντι παραλήγεται οἰον βάπτω, ϲκάπτω, τύπτω, ἵπτω, λίπτω, νίπτω, πίπτω, ῥίπτω, πλὴν τοῦ φιλαλειπτῶ. Τὰ εἰϲ χω ῥήματα τῇ ειδιφθόγγῳ οὐ παραλήγεται οἰονκιχῶ ὀμιχῶ αὐχῶ πλὴν τοῦ ϲτείχω καὶ λείχω. Τὰ διὰ τοῦ ειδω ῥήματα εἴτε διϲόλλαβα εἶτε τριϲύλλαβα διὰ τῆϲ ει διφθόγγου γράφεται, εἴδω, φείδω, ἐρείδω. τοῦτο διὰ τοῦ ι γράφεϲθαι λέγει ὁ Ἀπολλώνιοϲ, ἀλλ’ ἡ παράδοϲιϲ διὰ τῆϲ ει διφθόγγου οἶδεν αὐτὸ γεγραμμένον.