Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., Περὶ τῆϲ ει διφθόγγου.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.2
Not analysed yet
Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται, εἰ μή ἐϲτι κατὰ γλῶϲϲαν Λακώνων ἢ κατὰ πάθοϲ οἷον Βιϲάλται, ἔϲτι δὲ ἔθνοϲ Θρᾴκηϲ, βίοϲ ἡ ζωή, βιόϲ τὸ τόξον, βιόδωροϲ, Βιθυνία, βιϲτάκια, ϲημαίνει τὰ πιϲτάκια, ψιττάκια. πρόϲκειται «εἰ μή ἐϲτι κατὰ γλῶϲϲαν Λακώνων» διὰ τὸ βείδιοι· τοῦτο διὰ τῆϲ ει διφθόγγου γράφεται· βείδιοι λέγονται οἱ ἄρχοντεϲ παρὰ τοῖϲ Λακεδαιμονίοιϲ. βειέλοπεϲ οἱ λεγόμενοι ἱμάντεϲ —ὁ δὲ Δίδυμοϲ διὰ τοῦ ι γράφει —πρόϲκειται «εἰ μή ἐϲτι κατὰ πάθοϲ», ἐπειδή ἐϲτιν ἐὰν βῶ κατὰ προϲθήκην τοῦ ι ἐὰν βείω κατὰ πάθοϲ.