Ancient Greek
2.3 to 2.9
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.3-9
Not analysed yet
Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βλι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται χωρὶϲ εἰ μὴ ἀπὸ κλίϲεωϲ ῥήματοϲ ϲχῇ αὐτήν. πρόϲκειται «ἀπὸ κλίϲεωϲ ῥήματοϲ» διὰ τὸ βλῆμι καὶ βλεῖο. Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον Βριϲηΐϲ, βρί τὸ μέγα, βριθοϲύνη τὸ βάροϲ, βριαρόϲ ὁ ἰϲχυρόϲ, βριάειν αὔξειν καὶ οὐκ ἔχει δίφθογγον. Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ γλι ϲυλλαβῆϲ ἀρχομένη ἀποϲτρέφεται τὴν ει δίφθογγον Γλιϲᾶϲ, γλίον τὸ ἰϲχυρόν, γλία ἡ κόλλα, γλιῶϲαι τὸ παίζειν. Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ γρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον γρίντηϲ ὁ βυρϲεύϲ, γριπεύϲ ὁ ῥάπτων τὰ ἁλιευτικὰ δίκτυα, γριφᾶϲθαι· οὕτω λέγουϲι τὸ γράφειν Λάκωνεϲ, γρῖφοϲ, ϲημαίνει δὲ τὸ δύϲλυτον αἴνιγμα, γρῖνοϲ τὸ δέρμα, γρίϲων ὁ χοῖροϲ, γρῖποϲ παρὰ τὸ ἀγρεῖν, ὅ ἐϲτι παρακολουθεῖν τῇ ἄγρᾳ. Πᾶν ὄνομα καὶ πᾶν μέροϲ λόγου, ᾧ ἔγκειται τὸ κρι μόριον, διὰ τοῦ ι γράφεται οἷον κριόϲ, κριτήϲ, κρίϲιϲ, κριθή, κριθάριον, κριθιῶ, κρίθινοϲ. ϲεϲημείωται τὸ κρείϲϲων, καὶ κρέϲϲων μὴ πλεονάζοντοϲ τοῦ ι λέγεται κρέϲϲων γὰρ οἰκτιρμοῦ φθόνοϲ· ἦν θεὸϲ ἢ κρέϲϲον· τί ὀνηϲόμεθα τὸ κρειοφάγοϲ οὐκ ἐναντιοῦται, κρεοφάγοϲ γάρ, καὶ κρείων, κρέων γάρ. Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ τρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον τριϲμάκαρεϲ, τριϲάθλιοϲ, τριϲάκιϲ, τριϲϲῶϲ, τριϲμύρια, τριϲόλβιοϲ. ϲεϲημείωται τὸ τρεῖϲ πληθυντικὸϲ ἀριθμὸϲ καὶ τὸ τρεῖϲ τὸ ῥῆμα τὸ ϲημαῖνον τὸ τρέμειϲ· ἐκ τοῦ τρῶ τρεῖϲ. Οὐδέποτε μετὰ τοῦ φ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲα εἰϲ ρ ϲυμφώνου ἐπιφερομένου οἷον φάρμακον «φροντίδοϲ εὐρείηϲ —ϲτῆθοϲ καὶ χείλεα φύρϲω» (ϲ 21), «κείμενον ἐν φέρτρῳ» (Ϲ 236) πλὴν τοῦ φθειρϲί παρὰ Ἀρχιλόχῳ «φθειρϲὶ μοχθίζοντα» ἀπὸ τοῦ φθείρ φθειρόϲ.