Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.204
Not analysed yet
Τὰ διὰ τοῦ ιω διϲύλλαβα βαρύτονα μὴ παρ’ ἐνεϲτῶτα ἢ μέλλοντα παρηγμένα μηδὲ ἀπὸ πλεοναϲμοῦ ἔχοντα τὸ ι μηδὲ ἔχοντα ἀντιπαρακείμενον τὸ ο διὰ τοῦ ι γράφεται, ιω, ὅπερ καὶ περιϲπᾶται, ἐξ οὗ καὶ ἱημι, μνίω τὸ ἐϲθίω, τίω διφορεῖται περὶ τόνον οὐ περὶ γραφήν, λιῶ ὂ κεὶ αὐτὸ διφορεῖται γεγονὸϲ ἀπὸ τοῦ λῶ λιῶ τὸ θέλω, πίω, ἀφ’ οὗ πίϲω καὶ πιπίϲκω, ψίω, κτιῶ, ἐξ οὖ τὸ «εὐκτίμενον πτολίεῦρον», δίω τὸ διώκω. ϲημειωτέον τὸ εἴω τὸ πορεύομαι διὰ τῆϲ εα διφθόγγου γραφόμενον. πρόϲκειται «μὴ παρ’ ἐνεϲτῶτα ἢ μέλλοντα παρηγμένα» διὰ τὸ θῶ θείω, ϲῶ ϲείω, κῶ κείω. «μηδὲ ἀπὸ πλεοναϲμοῦ ἔχοντα τὸ ι» διὰ τὸ χέω χείω, πνέω πνείω. «μηδὲ ἔχοντα ἀντιπαρακείμενον τὸ ο» διὰ τὸ κλείω κλοιόϲ.