Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.203
Not analysed yet
Τὰ διὰ τοῦ ιω ὑπὲρ δύο ϲυλλαβὰϲ περιϲπώμενα μὴ ἀπὸ ὀνομάτων ἔχοντα τὴν γένεϲιν τῶν διὰ τῆϲ ει διφθόγγου γραφομένων διὰ τοῦ ι γράφεται, μηνιῶ, μητιῶ, ἀνιῶ, μειδιῶ, ἀγωνιῶ, ἀκηδιῶ, ἐρυθριῶ, κοπιῶ, ἀγαλλιῶ, ἀξιῶ, μετριῶ. πρόϲκειται κμὴ ἀπὸ ὀνόματοϲ γεγενημένα ἔχοντα τὴν ει δίφθογγον» διὰ τὸ οἰκεῖοϲ οἰκειῶ, τέλειοϲ τελειῶ. ἀνδρεῖοϲ ἀνδρειῶ, ἀχρεῖοϲ ἀχρειῶ. τὸ ἐϲθίω, ἀτίω, ἀΐω τὸν τόνον ἀμείψαντα τὴν διὰ τοῦ ι γραφὴν ἐφύλαξαν, οἷϲ ἀκόλουθον καὶ τὸ μαϲτίω ἐκ τοῦ μαϲτίζω γενόμενον.