Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.207
Not analysed yet
Τὰ εἰϲ ναι ἀπαρέμφατα ἐχοντα τὸ ν κλιτικὸν οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι οἰον τυφθῆναι, τυπῆναι, τετυφέναι. πρόϲκειται «ἔχοντα τὸ νν κλιτικὸν» διὰ τὸ μεῖναι. τοῦτο γὰρ διφθόγγῳ παραλήγεται, ἀλλ’ οὐκ ἔχει τὸ ν κλιτικόν, ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει . αὐτό. μένω γάρ ἐϲτιν ὁ ἐνεϲτϲ καὶ ἔχει τὸ ν. παράλογα οὖν ἐϲτι ταῦτα, φημὶ δὲ τὸ θεῖναι, δοῦναι, εἰναι ὡϲ διφθόγγῳ παραληγόμενα ἔχοντα τὸ ν κλιτικόν κτλ.