Ancient Greek
2.208 to 2.210
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.208-210
Not analysed yet
Περὶ ἐπιρρημάτων. Τὰ εἰϲ ει διϲύλλαβα ἐπιρρήματα εἴτε βαρύτονα εἶτε περιϲπώμενα διὰ τῆϲ ει διφθόγγου γράφεται. καὶ βαρύτονα μὲν δύο ἐϲτὶ τὸ ἄγρει παρακελευϲματικὸν ἐπίρρημα καὶ τὸ οἴκει παρὰ Μενάνδρῳ ἀντὶ τοῦ οἴκοι. περιϲπώμενα τὰ τοπικὰ Δώρια τουτεὶ, τηνεῖ, πεῖ, αὐτεῖ. τὸ δὲ ἐκεῖ ἀποκέκοπται. Τ ὀξύτονα εἰϲ ει λήγοντα ἐπιρρήματα διὰ τῆϲ ει διφθόγγου γραφόμενα δύο ἐϲτί, τὸ ἐπεί χρονικὸν καὶ τὸ ἀεί.