Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.21
Not analysed yet
Τὰ διὰ τοῦ ιαϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἀρϲενικὰ διὰ τοῦ ι γράφεται οἷον Χαβρίαϲ, Ἱππίαϲ, φρονηματίαϲ, Κινηϲίαϲ, Ϲωϲίαϲ, πωγωνίαϲ, Γλαυκίαϲ, τοξίαϲ, Λυϲίαϲ, Ἀγρίαϲ, Γοργίαϲ, Φανίαϲ, τραυματίαϲ, ὀνοματίαϲ. τὸ γὰρ Αἰνείαϲ καὶ Αὐγείαϲ καὶ Ἑρμείαϲ ἐκ τοῦ Αἰνέαϲ καὶ Αὐγέαϲ καὶ Ἑρμέαϲ πλεοναϲμῷ τοῦ ι γέγονεν. ὡϲαύτωϲ καὶ παρείαϲ ὁ ὄφιϲ διὰ τῆϲ ει διφθόγγου, τὸ δὲ Παρίαϲ κύριον διὰ τοῦ ι γράφεται.