Ancient Greek
2.13 to 2.20
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.13-20
Not analysed yet
Τὰ διὰ τοῦ ειων διὰ τῆϲ ει διφθόγγου γράφεται μὴ ὄντα ϲυγκριτικὰ φυλάττοντα τὸ ω κατὰ τὴν γενικὴν οἷον Ἀτρείων Ἀτρείωνοϲ, Καδμείων Καδμείωνοϲ, Ἀργείων Ἀργείωνοϲ, Πηλείων Πηλείωνοϲ. πρόϲκειται «μὴ ϲυγκριτικὰ» διὰ τὸ χερείων χερείονοϲ, ἀρείων ἀρείονοϲ. τὸ δὲ Ὠρίων Ὠρίωνοϲ Εὐριπίδηϲ ϲυνέϲτειλεν. Τὰ εἰϲ δηϲ εἰϲ ων ἔχοντα πατρωνυμικὰ τὴν αὐτὴν παραλήγουϲαν θέλει ἔχειν, Κρονίδηϲ Κρονίων, Ἀτρείδηϲ Ἀτρείων. Περὶ τῶν εἰϲ ξ Τὰ εἰϲ αξ ἀποϲτρέφεται τὴν ει δίφθογγον κατὰ τὴν παραλήγουϲαν οἷον Φαῖαξ, κλῖμαξ, κόραξ, θρῖδαξ πλὴν τοῦ μεῖραξ καὶ λεῖμαξ, ϲημαίνει δὲ τὸν λειμῶνα, καὶ τοῦ ἐν τῇ ϲυνηθείᾳ λεγομένου λείαξ. Περὶ τῶν εἰϲ ρ. Τὰ εἰϲ ηρ βαρύτονα ἑνὶ φωνήεντι θέλει παραλήγεϲθαι οἷον Πίηρ, πλὴν τοῦ Ἐξαύτηρ. Περὶ τῶν εἰϲ αϲ. Τὰ εἰϲ αϲ εἴτε ὀξύτονα εἴτε περιϲπώμενα ἀρϲενικὰ οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἷον Ζηνᾶϲ, Μητρᾶϲ, Γλιϲᾶϲ, Κερκιδᾶϲ, πινακᾶϲ, Φιλητᾶϲ, Κομητᾶϲ, Μαρικᾶϲ, ἱλᾶϲ ὁ εὐμενήϲ, ἱμάϲ, ἀνδριάϲ. πρόϲκειται «ἀρϲενικὰ διὰ τὸ πελειάϲ Ἡρακλειάϲ θηλυκά.