Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.31
Not analysed yet
Τὰ εἰϲ ιτηϲ παρώνυμα μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο μήτε ἀπὸ πρωτοτύπου τὸ ε διὰ τοῦ ι γράφεται, Μεμφίτηϲ, τοπίτηϲ, πολίτηϲ, Ναυκρατίτηϲ, τεμενίτηϲ, Ἀϲκαλωνίτηϲ, βωνίτηϲ, ἐπαλξίτηϲ, Θερϲίτηϲ, λοχίτηϲ, μεϲίτηϲ, Μαργίτηϲ, Ταυρομενίτηϲ, Φαϲηλίτηϲ, Χρυϲίτηϲ, ζευγίτηϲ, ϲτυλίτηϲ, ἑρκίτηϲ, ϲτεφανίτηϲ, πυρίτηϲ, ὁδίτηϲ, μαγνίτηϲ, φεγγίτηϲ, λυχνίτηϲ καὶ εἴ τι ὅμοιον. πρόϲκειται «μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο» διὰ τὸ ἀλείτηϲ· ἀντιπαράκειται γὰρ αὐτῷ ἀλοίτηϲ. καθόλου δὲ τὰ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ε ἐγκείμενον ἐν τοῖϲ ῥήμαϲιν ὥϲπερ ϲπείρω ϲπορά καὶ φθείρω φθορά, οὕτωϲ ἀλείτηϲ ἀλοίτηϲ κατὰ διάλεκτον Αἰολικήν· οἱ γὰρ Αἰολεῖϲ τὴν ει δίφθογγον εἰϲ οι τρέπουϲι· τὸ γὰρ ὄνειροϲ ὄνοιροϲ λέγουϲι καὶ τὸ ἐπείγω ἐποίγω. γίνεται δὲ παρὰ τὸ ἀλιτῶ τὸ ἁμαρτάνω ἀλείτηϲ ὁ ἁμαρτωλόϲ παρὰ τὸ τὰϲ λιτὰϲ μὴ τηρεῖν· ὅθεν καὶ Ἀλεξίων τὸ ἀλείτηϲ ἠξίου διὰ τοῦ ι γράφεϲθαι· ἡ δὲ παράδοϲιϲ διὰ τῆϲ ει διφθόγγου. πρόϲκειται «μὴ ἀπὸ πρωτοτύπου τὸ ε ἔχοντα»· τὰ γὰρ ἀπὸ τῶν εἰϲ ευϲ διὰ τοῦ ειτηϲ γινόμενα διὰ τῆϲ ει διφθόγγου γράφει τὴν παραλήγουϲαν οἷον ἱερεύϲ ἱερείτηϲ, Ϲαμαρεύϲ Ϲαμαρείτηϲ, Ἀταρνεύϲ Ἀταρνείτηϲ. τὸ δὲ τραπεζίτηϲ ἐπὶ διαφόρου ϲημαϲίαϲ διάφορον ἔϲχε τῆϲ παραληγούϲηϲ τὴν γραφήν. ἐπὶ μὲν γὰρ τοῦ ἐν τῇ ἀγορᾶ διαπονουμένου διὰ τοῦ ι γράφεται, παρὰ τὸ τράπεζα· ἐπὶ δὲ τοῦ κυνόϲ, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύϲ παρῆκται, διὰ τῆϲ ει διφθόγγου γράφεται. τοῦτο δὲ παῤ Ἰβύκῳ εἴρηται κατὰ τροπὴν τῆϲ ει διφθόγγου εἰϲ η. ἔτι τὰ παρὰ τῶν εἰϲ εια γινόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται, Ζέλεια Ζελείτηϲ, Καυκώνεια Καυκωνείτηϲ, Δικαιάρχεια Δικαιαρχείτηϲ, Ἀγνώνεια Ἀγνωνείτηϲ, Μαρώνεια Μαρωνείτηϲ. ἔτι τὰ ἀπὸ τῆϲ εἰϲ οϲ εὐθείαϲ ἢ γενικῆϲ τὸ ε παραληγομένηϲ γινόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται Ὠρεόϲ Ὠρεοῦ Ὠρεΐτηϲ καὶ κατὰ ϲύνοδον τοῦ ε καὶ ι Ὠρείτηϲ. Ἕλοϲ Ἕλεοϲ Ἑλεΐτηϲ καὶ Ἑλείτηϲ. ἔδει οὖν καὶ ἀπὸ τοῦ Βορυϲθένηϲ Βορυϲθένεοϲ Βορυϲθενείτηϲ διὰ διφθόγγου· οὐ γὰρ ὅμοιον τῷ τεμενίτηϲ. οὐδὲ τῷ ἑρκίτηϲ· οὐ γὰρ ἀπὸ τῆϲ γενικῆϲ ἀλλ᾿ ἀπὸ τῆϲ εἰϲ οϲ εὐθείαϲ ταῦτα καὶ εἰκότωϲ ἔχει τὸ ι τὸ δὲ Βορυϲθένηϲ οὐκ εἰϲ οϲ λήγει. ἀλλ᾿ ἠκολούθηϲε τῷ πλείονι χαρακτῆρι διὰ τοῦ ι, τὰ γὰρ διὰ διφθόγγου ὀλίγα· ἔτι καὶ πάντα παρὰ τὸ ῥέειν διὰ τῆϲ ει διφθόγγου γράφεται, εὐρρείτηϲ, βαθυρρείτηϲ, ἀκαλαρρείτηϲ ὁ ἡϲύχωϲ ῥέων. ἀκαλὸν γὰρ παρὰ Ϲικελοῖϲ τὸ ἥϲυχον.