Ancient Greek
2.32 to 2.34
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.32-34
Not analysed yet
Περὶ τῶν εἰϲ ιϲ. Τὰ εἰϲ ριϲ βαρύτονα τῇ ει διφθόγγῳ οὐ παραλήγεται οἷον ἔριϲ, ἶριϲ, ἔϲτι δὲ εἶδοϲ ὀρνέου, καὶ Ἶριϲ, δῆριϲ, Ϲῖριϲ, ἔϲτι δὲ ὄνομα πόλεωϲ Φοινίκηϲ, ξῖριϲ, ἔϲτι δὲ εἶδοϲ ἀρωματικοῦ φυτοῦ, κῖριϲ, ἔϲτι δὲ εἶδοϲ ἱέρακοϲ· λέγεται δὲ καὶ παρὰ Κυπρίοιϲ Κῖριϲ ὁ Ἄδωνιϲ, παρὰ δὲ Λάκωϲιν ὁ λύχνοϲ. πρόϲκειται «βαρύτονα» διὰ τὸ χειρίϲ χειρῖδοϲ. Περὶ τῶν εἰϲ οϲ.