Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.40-2
Not analysed yet
Τὰ διὰ τοῦ ρειοϲ ἀπὸ τῶν εἰϲ ροϲ ἐχόντων τὸ τ τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ ἐχούϲηϲ τὸ ε ἔχει τὸ ει διὰ τῆϲ ει διφθόγγου γραφόμενον οἷον ἀβέλτεροϲ ἀβελτέρειοϲ, ἕτεροϲ ἑτέρειοϲ, ἡμέτεροϲ ἡμετέρειοϲ. τὸ νέρτεροϲ νερτέριοϲ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει φύϲει ἐν τῇ προηγουμένῃ τοῦ τ ϲυλλαβῇ τὸ ε. ἐνερότεροϲ γὰρ ἦν παρὰ τὴν ἔραν τὴν γῆν ϲυγκοπῇ τοῦ ο καὶ ἀφαιρέϲει τοῦ ἕ γίνεται νέρτεροϲ καὶ λοιπὸν ὡϲ μὴ ἐχούϲηϲ φύϲει ἐν τῇ προηγουμένῃ τοῦ τ ϲυλλαβῇ τὸ ε οὐκ ἠκολούθηϲε τούτοιϲ.