Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.41
Not analysed yet
Τὰ διὰ τοῦ ιοϲ καθαρὸν ἐχούϲηϲ τῆϲ παραληγούϲηϲ τὸ ρ, καιροῦ ὑπόνοιαν ἔχοντα, διὰ τοῦ ι γράφεται χωρὶϲ εἰ μὴ ὦϲιν ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων οἱον καίριοϲ ἀκαίριοϲ, ἀώριοϲ «πραγμάτων ἀωρίων», παναώριοϲ «ἀλλ’ ἕνα παῖδα τέκεν παναώριον» (Ω 540), ἑϲπέριοϲ, ἡμέριοϲ, ἠέριοϲ. εἶπον χωρὶϲ εἰ μὴ ὦϲιν ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων διὰ τὸ θέροϲ θέρειοϲ. Τὰ ἀπὸ τῶν εἰϲ ηϲ εἴτε περιττοϲυλλάβωϲ κλίνεται εἴτε ἰϲοϲυλλάβωϲ, βωϲ, διὰ τοῦ ειοϲ γινόμενα κτητικὰ διὰ τῆϲ ει διφθόγγου γράφεται, εἰ μὴ τρέπει τὸ τ εἰϲ ϲ Ἰορδάνειοϲ, Αἰϲχίνειοϲ, Ἀριϲτοφάνειοϲ, Δημοϲθένειοϲ, Ἀριϲτοτέλειοϲ, Ἀϲκληπιάδειοϲ, Ἄρηϲ Ἄρειοϲ, Ἡρακλῆϲ Ἡράκλειοϲ, Θηρικλῆϲ Θηρίκλειοϲ «Θηρίκλειον ζεῦγοϲ». Θηρίκλειον κύλικοϲ εἰδοϲ, ἐπιτηδήϲ ἐπιτήδειοϲ. πρόϲκειται «χωρὶϲ εἰ μὴ τρέπει τὸ τ εἰϲ ϲ» διὰ τὸ ἱκέτηϲ ἱκέϲιοϲ, δεϲπότηϲ δεϲπόϲιοϲ, ϲυμπότηϲ ϲυμπόϲιοϲ.