Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.46
Not analysed yet
Πάντα τὰ εἰϲ ιοϲ κτητικὰ ἀπὸ πρωτοτύπων εἰϲ τοϲ γινόμενα, εἰ μεταβάλλει τὸ τ εἰϲ ϲ, διὰ τοῦ ι γράφεται οἷον ἄμβροτοϲ ἀμβρόϲιοϲ, ἀκήρατοϲ ἀκηράϲιοϲ, ἐνιαυτόϲ ἐνιαύϲιοϲ, πλοῦτοϲ πλούϲιοϲ. εἰ δὲ φυλάττει τὸ τ, διὰ τῆϲ ει διφθόγγου γράφεται οἱον Καλλίϲτρατοϲ Καλλιϲτράτειοϲ, Ἀρχέϲτρατοϲ Ἀρχεϲτράτειοϲ. παράλογον δὲ τὸ «Αἰπύτιον παρὰ τύμβον» (Β 604). δεῖ προϲθεῖναι «εἰ μὴ ἐθνικὰ εἴη». ταῦτα δὲ κἂν τὸ τ φυλάττῃ, διὰ τοῦ ι γράφεται οἷον Βοιωτόϲ Βοιώτιοϲ, Αἴγυπτοϲ Αἰγύπτιοϲ.