Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.45-2
Not analysed yet
Αἱ γενικαὶ αἱ εἰϲ τοϲ λήγουϲαι τὰ κτητικὰ διὰ τῆϲ ει διφθόγγου ϲχηματίζουϲιν οἷον Αἴαντοϲ Αἰάντειοϲ, Θόαντοϲ Θοάντειοϲ, Βύζαϲ Βύζαντοϲ Βυζάντειοϲ τὸ κτητικὸν Βυζαντίου, Βυζάντιοϲ δὲ τὸ ἐθνικόν. Ἄβαϲ Ἄβαντοϲ Ἀβάντειοϲ τὸ κτητικὸν ἢ τοῦ κυρίου ἢ τῶν Ἀβάντων. τὸ δὲ Ὑάντιοϲ ὡϲ ἐθνικὸν ϲυνέϲτειλεν Ἀπολλώνιοϲ ἐν τῷ «Ὑαντίου Ὀγχϲτοῖo (Arg. IIl 1241) ἢ παρὰ λόγον ὡϲ Ποιάντιον ἀγλαὸν υἱόν »(Od. γ 190) καὶ παρὰ τὸ Ἀπέϲαϲ Ἀπεϲάντειοϲ ἔμελλεν εἶναι ὥϲπερ Αἴαϲ Ααντοϲ Αἰάντειοϲ, ἀλλὰ λέγεται Zεὺϲ Ἀπεϲάντιοϲ.