Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.49
Not analysed yet
Τὰ ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων παραγόμενα ἀρϲενικά, εἰ μὲν τὸ α παραλήγοιτο, διὰ τοῦ ι ϲχηματίζεται οἷον ἅγοϲ ἅγιοϲ, θάλποϲ Θάλπιοϲ, πέλαγοϲ πελάγιοϲ. εἰ δὲ μὴ παραλήγοὶτο τὸ α, διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον τέλοϲ τέλειοϲ, ὄροϲ ὄρειοϲ, εἶδὸϲ εἴδειοϲ, ἕρκοϲ ἕρκειοϲ, ἦθοϲ ἠθεῖοϲ, κῆδοϲ κήδειοϲ. ϲεϲημείωται τὸ τέμενοϲ τεμένιοϲ, διὰ τοῦ ι γραφόμενον, ἵνα μὴ εὑρεθῇ τὸ ε ἀλλεπάλληλον ἐν τριϲὶ ϲυλλαβαῖϲ.