Ancient Greek
2.50 to 2.51
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.50-51
Not analysed yet
Τὰ παρὰ τὸ γέα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον βαθύγειοϲ, εὔγειοϲ, ἔγγειοϲ, μεϲόγειοϲ, κατώγειοϲ, ὑπόγειοϲ, ἀνώγειοϲ, γέγειοϲ ὁ ἀρχαῖοϲ. ἀπὸ γὰρ τοῦ γέα γέγονε γέειοϲ διὰ τῆϲ ει διφθόγγου καὶ κατὰ πλεοναϲμὸν τοῦ γ γέγειοϲ. Τὰ κτητικὰ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα μακρὰν τὴν παραλήγουϲαν οὐδέποτε διὰ τοῦ ι γράφεται, ἀλλὰ διὰ διφθόγγου οἷον Αἰάντειοϲ, κύνειοϲ, αἴγειοϲ, ἀνθρώπειοϲ, Ἀργεῖοϲ.