Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., Περὶ τῆϲ ἐπὶ τέλουϲ ϲυλλαβῆϲ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.5
Not analysed yet
Τὰ εἰϲ ιϲ ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν κοινολεκτούμενα ἀποϲτρέφεται τὴν ει δίφθογγον, ϲανίϲ, ῥανίϲ, βολίϲ, θυρίϲ, ἁψίϲ, γλωϲϲίϲ, ἀϲπίϲ, ϲφραγίϲ, κρηπίϲ, κεραμίϲ, κηκίϲ, φαρκίϲ, φλυκτίϲ, ψωφίϲ, ψηφίϲ, ψωμίϲ. πρόϲκειται «ὀξύτονα» διὰ τὸ ἀντήρειϲ, εἰϲ ὃ ἐπερείδεταί τιϲ· «ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸ κλείϲ, ὅθεν καὶ τὸ κατάκλειϲ «κοινολεκτούμενα»· τὸ γὰρ εὐϲεβήϲ καὶ εὐγενήϲ διὰ τῆϲ ει διφθόγγου γράφουϲιν οἱ Βοιωτοί.