Ancient Greek
2.6 to 2.8
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.6-8
Not analysed yet
Τὰ εἰϲ ειϲ ἔχοντα οὐδέτερον εἰϲ ν διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον χαρίειϲ χαρίεν, ἀϲτερόειϲ ἀϲτερόεν, δενδρήειϲ δενδρῆεν, αἱματόειϲ αἱματόεν, τιμήειϲ τιμῆεν, ἑρϲήειϲ ἑρϲῆεν, ἠχήειϲ, κερόειϲ, φωνήειϲ, εἷϲ ἕν. Τὰ εἰϲ ειϲ διὰ τοῦ εντοϲ κλινόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται, δαφνήειϲ δαφνήεντοϲ, ἀϲτερόειϲ ἀϲτερόεντοϲ, Ϲιμόειϲ Ϲιμόεντοϲ. ἄλλωϲ οἱ Δωριεῖϲ ἄνευ τοῦ ι προφέρονται αὐτὰ οἷον ἀϲτερόεϲ αἱματόεϲ καὶ ἡμεῖϲ λοιπὸν προϲθέϲει τοῦ ι γράφομεν. Τὰ εἰϲ ιϲ μονοϲύλλαβα μονογενῆ κοινολεκτούμενα ἀποϲτρέφεται τὴν ει δίφθογγον, οἷον κίϲ, λίϲ πλὴν τοῦ κλείϲ καὶ κτείϲ. πρόϲκειται «μονογενῆ» διὰ τὸ εἷϲ τριγενέϲ. «κοινολεκτούμενα» διὰ τὸ μείϲ.