Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., Περὶ τῆϲ αι διφθόγγου.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.51
Not analysed yet
Τὰ διὰ τοῦ αιω διϲύλλαβα ἢ καὶ ὑπὲρ δύο ϲυλλαβάϲ, μὴ μελετήϲαντα παραϲχεῖν ϲυναίρεϲιν ἢ ἐν κινήϲει τινὶ γεννᾶν τὸ ο ἢ τὸ υ προϲλαμβάνειν ἐν τῷ μέλλοντι διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον κλαίω, καίω, παίω, ναίω τὸ οἰκῶ. ἐπὶ γὰρ τοῦ κολυμβῶ διὰ τοῦ ε ψιλοῦ. προϲλαμβάνει γὰρ τὸ υ ἐν τῷ νεύϲω. γαίω τὸ γαυριῶ, ῥαίω, παλαίω, κεραίω, λιλαίω, ἀγαίω, ϲταλαίω, χαλαίω, κρεμαίω, διχαίω. πρόϲκειται «μὴ μελετήϲαντα πάϲχειν ϲυναίρεϲιν» διὰ τὸ ποιέω ποιῶ, νοέω νοῶ. πρόϲκειται «μὴ ἐν κινήϲει τινὶ γεννῶντα τὸ ο» διὰ τὸ ῥέω ῥοή καὶ πνέω πνοή καὶ εἴ τι ἄλλο τοιοῦτον. ταῦτα γὰρ καὶ τὸ υ προϲλαμβάνει ἐν τῷ ῥεύϲω, πλεύϲω μέλλοντι· καὶ ὁμοίωϲ δὲ ἐν τῷ νεύϲω, χεύϲω. καὶ τρέπει τὸ ε εἰϲ ο ἐν τῷ χοή καὶ προχοή. ϲεϲημείωται τὸ κέω, ἐξ οὗ τὸ κέομαι καὶ ἐν πλεοναϲμῷ τοῦ ι καὶ ϲυγκοπῇ τοῦ ο κεῖμαι. ϲημειωτέον διὰ τοῦ ψιλοῦ γραφόμενον καὶ τὸ ἔω τὸ ὑπάρχω, ἐξ οὗ τὸ εἰμί, καὶ τὸ ἔω τὸ πορεύομαι, ἐξ οὗ τὸ εἶμι τὸ περιϲπώμενον, καὶ ἕω τὸ δαϲυνόμενον καὶ βαρυνόμενον, ἐξ οὗ παραγωγὸν τὸ ἑννύω.