Ancient Greek
2.52 to 2.53
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.52-53
Not analysed yet
Τὰ εἰϲ αι λήγοντα ἐπιρρήματα μονοϲύλλαβα τρία ἐϲτὶν αἵ, τὸ δαϲυνόμενον ὡϲ ὅταν λέγωμεν αἳ τάλαϲ, καὶ αἴ τὸ εὐκτικόν, ὅπερ ἀντὶ τοῦ εἴ γέγονε Δωρικῇ τροπῇ τοῦ ε εἰϲ α ὡϲ κύπειρον καὶ τὸ ναί ϲυγκαταθέϲεωϲ. Τὰ ϲχετλιαϲτικὰ εἰϲ αι λήγοντα ἐπιρρήματα χαίρει τῇ αι διφθόγγῳ βαβαί, ἀτταταῖ, παπαῖ, μεθ᾿ ὧν πάλαι καὶ χαμαί.