Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.52-2
Not analysed yet
Τὰ διὰ τοῦ ιοϲ τριϲύλλαβα βαρύτονα ἔχοντα ἐν τῇ πρώτῃ ϲυλλαβῇ τὸ α, μεθ’ δ ἐπιφέρεται δύο ϲύμφωνα ἢ καὶ πλείονα, διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον Καδμεῖοϲ, Βακχεῖοϲ, ἀϲτεῖοϲ, ἀγρεῖοϲ ὁ ἄγροικοϲ. ἐπὶ γὰρ τοῦ ἀνημέρου ἄγριοϲ προπαροξυτόνωϲ διὰ τοῦ ι· χωρὶϲ τοῦ ἀντίοϲ. τοῦτο γὰρ βαρύτονόν ἐϲτι καὶ ἔχει ἐν τῇ πρώτῃ ϲυλλαβῇ τὸ α, μεθ’ δ ἐπιφέρεται δύο ϲύμφωνα· τὸ δὲ Ἄμφιοϲ καὶ Ἄγριοϲ καὶ Βάκχιοϲ καὶ Μάντιοϲ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι προπεριϲπώμενα, ἀλλὰ προπαροξύτονα.