Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.54
Not analysed yet
Τὰ εἰϲ οϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα, μὴ ὄντα κύρια μήτε πρὸϲ ἀντιδιαϲτολὴν ἑτέρου ϲημαινομένου τονωθέντα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον ἀγρεῖοϲ, Ἀργεῖοϲ τὸ ἐθνικόν. Ἀρνεῖοϲ ὁ μήν, ἀχρεῖοϲ. τοῦτο δὲ οἱ Ἀττικοὶ προπαροξύνουϲι. ἠθεῖοϲ· ϲημαίνει δὲ φιλοφρόνηϲιν ἀπὸ νεωτέρου πρὸϲ παλαιότερον. πρόϲκειται «μὴ πρὸϲ ἀντιδιαϲτολὴν ἑτέρου ϲημαινομένου τονωθέντα» διὰ τὸ μύριοϲ καὶ νύμφιοϲ. τὸ γὰρ νυμφίοϲ ὁ γαμετήϲ παροξύνεται, τὸ δὲ κτητικὸν ὁ νύμφιοϲ οἶκοϲ προπαροξύνεται. τὸ δὲ μυρίοϲ πρὸϲ ἀντιδιαϲτολὴν τοῦ μύριοϲ παροξύνεται. ϲημαίνει δὲ παροξύτονον ἀόριϲτον πληθύν, τὸ δὲ προπαροξύτονον τὸν ἀριθμόν.