Ancient Greek
2.55 to 2.57
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.55-57
Not analysed yet
Τὰ διὰ τοῦ ειοϲ ὀνόματα ποταμῶν δίφθογγον ἔχει, Πηνειόϲ, Ἀλφειόϲ, Ϲπερχειόϲ, Ὀλμειόϲ πλὴν τοῦ Μηνιόϲ. Τὰ διὰ τοῦ ειοϲ κύρια ὀξύτονα τριϲύλλαβα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον Πηνειόϲ, Ἀρνειόϲ, Ἀλφειόϲ, Ϲπερχειόϲ, Ὀλμειόϲ, Ἐπειόϲ. Τὰ ἀπὸ τῶν εἰϲ οϲ διὰ τοῦ ιοϲ γινόμενα, ἡνίκα προπαροξύνεται, διὰ τοῦ ι γράφεται, οἷον ὀρθόϲ ὄρθιοϲ, λοῖϲθοϲ λοίϲθιοϲ, κάπροϲ κάπριοϲ, Αἰτωλόϲ Αἰτώλιοϲ, Κάϋϲτροϲ Καΰϲτριοϲ «Καϋϲτρίου ἀμφὶ ῥέεθρα» (B 46), αἰζηόϲ αἰζήϊοϲ, ὅμοιοϲ ὁμοίιοϲ, γελοῖοϲ γελοίιοϲ, ἡνίκα δὲ ὀξύνεται, διὰ τῆϲ ει διφθόγγου οἷον θαμειόϲ, ἀδελφειόϲ, ἀρνειόϲ.