Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.58
Not analysed yet
Τὰ διὰ τοῦ ιοϲ κύρια ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ὄντα ὡϲ ἐπὶ τὸ πλεῖϲτον διὰ τοῦ ι γράφεται χωρὶϲ τῶν παρὰ τὸ κλέοϲ καὶ τῶν ἀπὸ τῶν εἰϲ ευϲ οἷον Θεοδόϲιοϲ, Ἀθανάϲιοϲ, Ἀϲτέριοϲ, Ἀμβρόϲιοϲ, Ταλθύβιοϲ. πρόϲκειται «ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ» διὰ τὸ Ἐπειόϲ καὶ Δαρεῖοϲ καὶ Ἀρνεῖοϲ τριϲύλλαβα. πρόϲκειται «κύρια» διὰ τὰ κτητικὰ Ἀριϲτάρχειοϲ, Ἡροδότειοϲ βίβλοϲ. πρόϲκειται «χωρὶϲ τῶν παρὰ τὸ κλέοϲ καὶ τῶν ἀπὸ τῶν εἰϲ ευϲ», ἐπειδὴ ταῦτα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον Ἡρακλῆϲ Ἡράκλειοϲ, Ἀνδροκλῆϲ Ἀνδρόκλειοϲ, Ϲοφοκλῆϲ Ϲοφόκλειοϲ, Ἀχιλλεύϲ Ἀχίλλειοϲ, βαϲιλεύϲ Βαϲίλειοϲ. πρόϲκειται «ὡϲ ἐπὶ τὸ πλεῖϲτον »,ἐπειδή ἐϲτί τινα ὀνόματα κύρια ὑπὲρ τρεῖϲ ϲυλλαβάϲ, ἅτινα διὰ τῆϲ ει διφθόγγου γράφεται, καὶ οὕτε παρὰ τὸ κλέοϲ εἰϲὶν οὔτε ἀπὸ τῶν εἰϲ ευϲ οἷον Nυττέρειοϲ, ἔϲτι δὲ ὄνομα λιμένοϲ. Πεδεύκειοϲ ὄνομα ἀνδρόϲ, Δαρδανειόϲ ὄνομα ποταμοῦ.